Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 48
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 48-4
Not analysed yet
a. κἀκεῖνος ἀβουλίαις: ἀντὶ τοῦ ὕστατος τῆς ἁλώσεως ἀπέθανεν. b. τουτέστι μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἀπώλετο διὰ τὴν ἑαυτοῦ ἀβουλίαν. c. κἀκεῖνος ἀβουλίαις: ὁ γοῦν Αὐγείας διὰ τὴν οἰκείαν ἄνοιαν περὶ τὰ τελευταῖα τῆς ἁλώσεως περιτυχὼν τῷ Ἡρακλεῖ οὐκ ἠδυνήθη τὸν μέγιστον καὶ χαλεπώτατον θάνατον ἐκφυγεῖν.