Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 49
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 49.Part a
Not analysed yet
a. καὶ γὰρ Ἀλκμήνας: Ἀλκμήνης ἀδελφὸν νόθον Λικύμνιον ἐκ Φρυγίας Μιδέας †γενομένης γενόμενον Ἠλεκτρύωνι· ἀφ᾿ ἧς καὶ πόλις Μιδέα ἐν Ἄργει· ὃν ἀνεῖλεν ὁ Τληπόλεμος. οἱ γὰρ γνήσιοι παῖδες Ἠλεκτρύωνος ἀπὸ Λυσιδίκης ἐγένοντο ἕξ· Γοργοφόνος, Στρατοβάτης, Φυλονόμος, Κελαινεύς, Ἀμφίμαχος, Δηίμαχος, αἰτία δὲ τῆς ἀναιρέσεως ἐγένετο περί τινων τιμῶν· οἱ δὲ περὶ Ἀγίαν καὶ Δερκύλον (FHG IV, 386) φασὶν ἀκούσιον τὸν φόνον γενέσθαι.