Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 49
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 49.Part b
Not analysed yet
b. καὶ γὰρ Ἀλκμήνας νόθον: καὶ γὰρ τὸν Ἀλκμήνης νόθον ἀδελφὸν Λικύμνιον ῥοπάλῳ ἐλαίας τύπτων ἀπέκτεινεν ἐν τῇ Τίρυνθι παραγενόμενον ἐκ τῆς οἰκίας τῆς ἑαυτοῦ μητρὸς Μιδέας ὁ Τληπόλεμος ὁ παλαιὸς οἰκιστὴρ τῆς χώρας. πῶς δὲ νόθος ἀδελφὸς Λικύμνιος Ἀλκμήνης; Ἀλκμήνη μὲν ἐξ Ἠλεκτρύωνος καὶ Λυσιδίκης τῆς Πέλοπος θυγατρὸς γνησίας γυναικός· Λικύμνιος δὲ ἐξ Ἠλεκτρύωνος καὶ Μιδέας γυναικὸς Φρυγίας τὸ γένος.