Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 5
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 5-3
Not analysed yet
a. προπίνων: προπίνειν ἐστὶ κυρίως τὸ ἅμα τῷ κράματι τὸ ἀγγεῖον χαρίζεσθαι. Ἀνακρέων (fr. 66)· ἀλλὰ πρόπινε ῥαδινοὺς ὦ φίλε μηρούς· ἀντὶ τοῦ χαρίζου. καὶ Δημοσθένης (18, 296) τοὺς προδιδόντας τὰς πατρίδας τοῖς ἐχθροῖς προπίνειν ἔφη τοῖς ἐχθροῖς. b. ἄλλως· τινὲς προπέμπων λέγουσι, τὸ δὲ προπίνων παλαιὸν σφάλμα φασὶ τῶν γραψάντων. c. νεανίᾳ δὲ γαμβρῷ, τῷ ἀκμαίῳ νυμφίῳ· γαμβρὸν γὰρ κυρίως τὸν νυμφίον λέγουσι δηλονότι.