Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 6
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 6-2
Not analysed yet
a. οἴκοθεν: διὰ γὰρ τὴν οἰκειότητα αἱ οἰκίαι κοιναί εἰσι τοῦ πενθεροῦ καὶ τοῦ γαμβροῦ. b. πάγχρυσον κορυφάν: τὸ μὲν πάγχρυσον ὡς πρὸς τὴν φιάλην, ἵν᾿ ᾖ ἡ φιάλη ὅλη χρυσῆ. c. τὸ δὲ κορυφὰν κτεάνων, ὅτι ἀξιοπρεπέστερος τῶν τοῦ πλούτου χρημάτων ὁ χρυσός. κορυφὰν οὖν τὸ κεφάλαιον καὶ ἄκρον ἀκουστέον. d. ἐξ Ὁμήρου τοῦτο παρέξεται φάσκοντος· τῷ κτέρας οὐδὲν ὅμοιον (K 216 cl. Ω 235).