Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 57
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 57-2
Not analysed yet
a. κύκλῳ δάπεδον: τὸ δὲ χωρίον τὸ κύκλῳ τοῦ ἱεροῦ καταλυτήριον ἔταξεν εἶναι τῶν ἀγωνιζομένων εἰς εὐωχίαν. b. τὸ δὲ ὅλον· περιπήξας δὲ καὶ περιφράξας τόπον τὸν μὲν ναὸν καὶ τὸ ἄδυτον αὐτὸ διεχώρισεν ἐν τῷ καθαρωτάτῳ μέρει ἀνὰ τὸ μεσαίτατον· τὸ δὲ εἰς κύκλον τῆς γῆς ἢ τοῦ νεὼ καταγώγιον ἐποίησε καὶ δειπνητήριον τῶν ξένων.