Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 58
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 58-4
Not analysed yet
a. τιμάσαις πόρον Ἀλφεοῦ: πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐγχωρίῳ θεῷ· καὶ γὰρ μετὰ τῶν δώδεκα θεῶν τιμᾶται. σφόδρα δὲ αὐτὸν τιμῶσι σάλμιοι. 61. ἇς: ἀντὶ τοῦ ἕως. τοῦ ποταμοῦ γίνονται. b. τιμάσαις πόρον Ἀλφεοῦ μετὰ δώδεκ᾿ ἀνάκτων θεῶν: καὶ γὰρ αὐτὸς ἐγκαταριθμεῖται τοῖς ιβ΄ θεοῖς. |ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸς οὐ δύναται ἐξ ἄλλου ὕδατος γενέσθαι εἰ μὴ ἐκ τοῦ Ἀλφειοῦ. c. ἄλλως· Ἀλφειῷ εἰκότως ὡς ἐγχωρίῳ ἔθυσε ποταμῷ. |μετὰ δὲ τῶν δώδεκα θεῶν τοὺς βωμοὺς ἐποίησε· βωμοὺς γὰρ ἵδρυσε διδύμους ἕξ· ἐπωνόμασέ τε τοῦτον τὸν τόπον Κρόνου πάγον. τὸ πρότερον γὰρ οὐδεμίαν εἶχε προσηγορίαν, ἕως ἐβασίλευσεν ὁ Οἰνόμαος, |ἀλλὰ κρημνὸς οὖσα καὶ ἀοίκητος ἐξέκειτο τοῖς πολλοῖς ὑετοῖς καὶ ὄμβροις. d. τιμάσαις πόρον Ἀλφεοῦ: τουτέστι πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐντοπίῳ θεῷ.