Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 65
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 65.Part c
Not analysed yet
c. οὕτω δὲ μοῖρα ἕως τοῦ ἄλλῳ χρόνῳ: ἐνταῦθα ἡ ἀνταπόδοσις τῆς διανοίας καὶ ἧς ἐξέθετο γνώμης. οὕτω δὴ καὶ τὸν αὐτὸν τρόπον τὰ ῥεύματα τῆς τύχης ἄλλως καὶ ἄλλως φέρεται ἐπί τε καλῶν καὶ κακῶν, καὶ οὐκ ἔστιν ἐπίμονα, |ὥστε δείκνυσθαι ἐκ τοῦ κατὰ Θήρωνα γένους. τούτου μὲν γὰρ εὔφρονα καὶ καλλίστην γένεσιν ἀπέδειξεν ἀπὸ προγόνων ἐκ τοῦ τοὺς θεοὺς ἀνωρθωκέναι αὐτοῦ τὴν εὐδαιμονίαν· |ἐπάγει δέ τι καὶ πῆμα ἐναντιώτατον τῷ ἀγαθῷ ἔστιν ὅτε· ἀφ᾿ οὗ πήματος ἔστι θεάσασθαι κακῶς διατεθὲν καὶ τὸ Λαΐου γένος. ὃν δὴ συμβέβηκεν ὑπὸ τοῦ ἰδίου παιδὸς φονευθῆναι Οἰδίποδος, |ἐν ὁδῷ περιτυχόντα κατὰ τὴν Φωκίδα, καὶ ἐπὶ πέρας ἀγαγεῖν τὸ πρότερον αὐτῷ χρησμῳδηθέν (Eur. Phoen. 18)· μὴ σπεῖρε παίδων ἄλοκα δαιμόνων βίᾳ. ὁ δὲ Θήρων τὴν συγγένειαν ἔχει πρὸς τὸ γένος τὸ τοῦ Οἰδίποδος, |καὶ διὰ τοῦτο οἰκείως τοῖς περὶ αὐτὸν ἐχρήσατο λόγοις. |πῶς δὲ συγγενής ἐστιν, ἐροῦμεν ἑξῆς. ἑρμηνεύεται δὲ καὶ οὕτως· οὕτω δὲ ἅτε πατρῷον· ὃν τρόπον κατὰ τῶν προγόνων τῶν περὶ τὸν Θήρωνα κατέχει τὸν εὔφρονα πότμον ἡ τύχη, καθάπερ τὸ πατρῷον κατέσχε.