Ancient Greek
65.Part d to 65.Part g
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 65.Part d-Part g
Not analysed yet
d. τουτέστι τῶν Καδμιδῶν. e. οὕτω δὲ μοῖρ᾿ ἅτε πατρώιον: ἡ ἐξ ἀρχῆς ἀπὸ γένους μοῖρα ἅμα τοῖς ἀγαθοῖς καὶ πήματα ἄγει, ἀφ᾿ οὗ ἀνεῖλεν ὁ Οἰδίπους τὸν Λάιον. f. ὅτι ἐκ πλούτου κακὸν ἄγει ἡ μοῖρα ἐν ἄλλῳ χρόνῳ, τεκμήριον ὁ Λαΐου παῖς. g. ἄλλως· οὕτω δὲ καὶ ἐπὶ τούτων τῶν περὶ τὸν Θήρωνά, φησιν, ἡ πατρῴα κακὸν ἄγει μοῖρα καὶ πάλιν ἀγαθόν.