Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 7
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 7-3
Not analysed yet
a. ξείνων δ᾿ εὖ πρασσόντων: τῶν φίλων εὖ πρασσόντων τὴν ἀγγελίαν τὴν περὶ αὐτῶν γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ προσδέχονται καὶ ἀφθόνως. b. ἔσαναν: ἐχάρησαν. ἡ μεταφορὰ ἀπὸ τῶν σαινόντων κυνῶν τοὺς ἰδίους δεσπότας. c. ξείνων δ᾿ εὖ πρασσόντων: ξείνων, φίλων. d. ἔσαναν ἀντὶ τοῦ ἐχάρησαν, ἀπὸ τῶν σαινόντων ζώων. e. ἤτοι δὲ τὸ ἑξῆς· προσέσαναν τὴν ἀγγελίαν· ἢ, πρὸς τὴν ἀγγελίαν ἔσαναν καὶ ἐχάρησαν. f. ἡ δὲ διάνοια· πρὸς τὴν τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν ἐχάρησαν οἱ ἀγαθοί. g. ἢ οὕτω· τὴν δὲ τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ φίλοι προσδέχονται. |τοῦτο δὲ ὡς πρὸς ἑαυτόν. h. ὁ χορὸς ἥδεται ἐπὶ τῇ τοῦ νενικηκότος εὐπραγίᾳ, |ὡς ἂν γνωρίμου. i. ἔσαναν· ἐχάρησαν. k. ὁ δὲ νοῦς· τῶν γὰρ φίλων εὐδαιμονούντων εὐθέως οἱ γνήσιοι καὶ ἀγαθοὶ ἑταῖροι ἥσθησαν ὑπὸ τῶν γλυκειῶν ἀγγελιῶν μαθόντες.