Ancient Greek
Scholia in Olympionicarum carmen IV., Line 11
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 11-2
Not analysed yet
a. ἵππον: ἀλλ᾿ ὦ Ζεῦ ὃς τὴν Αἴτναν ἔχεις τὴν παγίδα τὴν ἀνεμόεσσαν (Αἴτνα δὲ πόλις καὶ ὄρος Σικελίας), ὅπου κολάζεται ὁ Τυφὼν ὁ ἑκατὸν ἔχων κεφαλάς. b. γράφεται καὶ ἵππον. ἔστι δὲ ὄνομα ὄρους. c. ἶπον ἀνεμόεσσαν: ὁ μὲν Πίνδαρος τῷ Τυφῶνι ἐπικεῖσθαί φησι τὴν Αἴτνην, ὁ δὲ Καλλίμαχος τῷ Ἐγκελάδῳ, |οὕτως (fr. 382)· τριγλώχιν ὀλοῷ νῆσος ἐπ᾿ Ἐγκελάδῳ. |ἔνιοι δὲ ἐν Πιθηκούσαις φασὶ τὸν Τυφῶνα, ἄλλοι ἐν Φρυγίᾳ, οἱ δὲ ἐν Σικελίᾳ, οἱ δὲ ἐν Αἰγύπτῳ, ὡς Ἡρόδοτος (ΙΙΙ, 5), οἱ δὲ ἐν τῷ ὄρει τῷ κατὰ Βοιωτίαν.