Ancient Greek
70.Part a to 70.Part b
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 70.Part a-2-Part b
Not analysed yet
a. τερπνὸν ἐν ἀνθρώποις: οἷον οὐ πάντες ἐπὶ τοῖς αὐτοῖς χαίρουσιν οὐδὲ τέρπονται· τάχα γὰρ ἂν ὑπό τινων φθονηθείην, εἰ παρεκβὰς τὸν ὕμνον Μελησίαν ἐπαινέσω. πράξω δὲ ὅμως τὸ τοιοῦτον, εἰ καὶ μὴ πᾶσι χαρίζομαι. b. σπουδάζουσιν εἰς ὑπεροχὴν ἔχειν· διὸ οὐδ᾿ ἓν παρ᾿ αὐτοῖς ἐστι τερπνόν.