Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 70
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 70.Part c
Not analysed yet
c. τερπνὸν δ᾿ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν: διάφοροι τῶν παλαιῶν ἐξηγήσεις περὶ τοῦτο γεγόνασι τὸ ῥητόν. οἱ μὲν γὰρ οὕτως· ἐπειδή, φασι, διεχώρισε τοὺς θεοὺς καὶ ἕκαστον ἐπὶ τοὺς ἀρεσκομένους ἤγαγε τόπους, οἰκείως ἐπάγει τὸ κῶλον, ὅτι ἴσως οὐδὲν τερπνόν ἐστι τοῖς πᾶσιν, οὔτε μὴν ἀνθρώποις οὔτε θεοῖς. οἱ δὲ οὕτως· ἐπειδὴ καινοτέρῳ τῷ τρόπῳ τῶν ἐγκωμίων ἐπιβάλλει τρεῖς ἅμα καθ᾿ ἕνα ἐπίνικον ἐγκωμιάσας, φασὶ τὸν Πίνδαρον λέγειν ὑπεραπολογούμενον τοῦ ἐγχειρήματος ταῦτα· οὐδὲν ἴσως τερπνόν ἐστι τοῖς πᾶσιν· εἰ γὰρ ἀηδὲς τοῦτο τοῖς ἄλλοις δοκεῖ, ἀλλ᾿ οὖν ἐμοὶ προσφιλές. |ὡς Ὅμηρος (ξ 228)· ἄλλος γάρ τ᾿ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.