Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 70
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 70.Part e
Not analysed yet
f. ἄλλως· περὶ τῶν Θήρωνος προγόνων, ὅτι οὗτοι τὸ γένος ἀπὸ Θηβαίων εἶχον, ἀπὸ Κάδμου τὸ ἀνέκαθεν. Κάδμου γὰρ Πολύδωρον· τοῦ δὲ Λάβδακον· τοῦ δὲ Λάιον· τοῦ δὲ Οἰδίποδα· εἶτα Ἐτεοκλέα· τοῦ δὲ Πολύδωρον· τοῦ δὲ Αἵμονα. τοῦτον δὲ τῶν ἐμφυλίων ἀνδρῶν ἀποκτείναντά τινα τῷ κυνηγεσίῳ Ἀθήναζε μεταστῆναι· τοὺς δὲ ἀπὸ τούτου πάλιν ἐκ τῶν Ἀθηνῶν μεταστάντας ἅμα τοῖς Ἀργείοις Ῥόδον κατοικῆσαι μέχρι τινῶν γενεῶν κἀκεῖ μείναντας ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ μέχρι Θήρωνος τὰς ἁπάσας γενεὰς ζ΄ πρὸς ταῖς η΄ ἀριθμεῖσθαι. ταῦτα ἱστορεῖ ἐν ἐγκωμίῳ οὗ ἡ ἀρχή (fr. 118)· βούλομαι παίδεσσιν Ἑλλάνων. ἐν δὲ τοῖς προεκκειμένοις καὶ ταύτην τὴν πολλὴν ἄλην αὐτῶν ἀποκλαίοντα τὸν Πίνδαρον φάναι (vs. 15 vulg.) · καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ.