Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 70
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 70.Part f
Not analysed yet
g. ἵνα λέγῃ τὴν Γέλαν, οὕτω καλουμένην πόλιν ἐν Σικελίᾳ παρὰ τῷ ποταμῷ τῷ Γέλᾳ, ὡς Καλλίμαχος (fr. 361)· οἱ δὲ Γέλα ποταμοῦ κεφαλῇ ἐπικείμενον ἄστυ. οἱ δὲ τὴν Ἀκράγαντα· πάλιν γὰρ αὕτη πόλις ἐστὶ Σικελίας ὁμώνυμος τῷ ποταμῷ. ἔχοι δ᾿ ἂν μᾶλλον τὸ β΄ λόγον. μετὰ γὰρ καμάτου ἐκτίσθη Ἀντιφήμου τοῦ Ῥοδίου καὶ Ἐντίμου τοῦ Κρητὸς κατὰ χρησμὸν Ἀπόλλωνος μαχεσαμένων Σικελιώταις περὶ τοῦ χωρίου. h. ἱερὸν δὲ οἴκημα ἡ Ἀκράγας ὅτι Ζεὺς ἔδωκεν αὐτὴν Περσεφόνῃ.