Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 75
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 75.Part a
Not analysed yet
a. εἰ δ᾿ ἀριστεύει μέν: εἰ ταῦτά, φησι, ἀνεπίληπτα καὶ φανερὰ, ὅτι τὸ μὲν ὕδωρ ἄριστόν ἐστι, τῶν δὲ ἄλλων κτεάνων ὁ χρυσὸς, καὶ τὸ περὶ τοῦ Θήρωνος λεγόμενον σαφές ἐστιν, ὅτι τοῦ Ὀλυμπικοῦ τετυχηκὼς στεφάνου νῦν ἐξ οἴκου ἅπτεται πρὸς αὐτὴν ἤδη τὴν ἐσχατιὰν μέχρι τῶν τοῦ Ἡρακλέος στηλῶν. ἀλληγορικῶς δὲ βούλεται εἰπεῖν ὅτι ἐπ᾿ ἄκρον τῆς ἀρετῆς ἐλήλυθεν.