Ancient Greek
75.Part b to 75.Part e
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 75.Part b-Part e
Not analysed yet
b. εἰ δ᾿ ἀριστεύει μὲν ὕδωρ: εἰ δὲ τὸ ὕδωρ μὲν τῶν λοιπῶν στοιχείων προτετίμηται καὶ τοῦ πλούτου ὁ χρυσὸς καὶ τῶν ἀγώνων ὁ Ὀλυμπιακὸς, δῆλόν ἐστιν ὅτι πρὸς τὸ τέλειον τῆς ἀρετῆς ὁ Θήρων παρεγένετο νικήσας καὶ αὐταῖς τρόπον τινὰ ταῖς τοῦ Ἡρακλέος στήλαις προσεπέλασεν. c. ἄλλως· καθολικῶς πάντων εἰπών. ὥσπερ οὖν, φησι, τὸ ὕδωρ ἀριστεύει τῶν πάντων, οὕτω καὶ Θήρων ἀριστεύει τῶν ἀνθρώπων. d. ἄλλως· εἰ δὲ τὸ ὕδωρ τῶν ἄλλων στοιχείων διαφέρει καὶ ὁ χρυσὸς τοῦ πλούτου, νῦν γε ὁ Θήρων πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς νίκης ἱκάνων ἅπτεται ταῖς οἴκοθεν ἀρεταῖς τῶν Ἡρακλέους στηλῶν. e. καὶ τὸ πόρσω ἐστὶ βροτοῖς σοφοῖς ἄβατον καὶ ἀσόφοις. οὐδαμῶς οὖν αὐτὸ, τὸ πόρσω, διώξω καὶ τούτου μεῖζον ζητήσω, τοῦ Ὀλυμπιακοῦ ἀγῶνος.