Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 78
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 78-4
Not analysed yet
a. Οἰωνός: τὸν Οἰωνὸν ὁ Πίνδαρος ἤδη ἠνδρωμένον νικῆσαι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων, ἔνιοι δέ φασιν αὐτὸν διεσπαράχθαι ὑπὸ τῶν Ἱπποκόωντος κυνῶν. ἐκλήθη δὲ οὕτως ὑφ᾿ Ἡρακλέους διὰ τὸ ὀξέως αὐτὸν τρέχειν ὡς πτηνὸν καὶ μὴ καταλαμβάνεσθαι. b. τὸν δὲ Οἰωνὸν Πίνδαρος ὡς ἤδη ἠνδρωμένον νικῆσαί φησι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων· ἔνιοι δὲ παῖδα ὄντα αὐτὸν ὑπὸ τῶν Ἱπποκοωντιδῶν διειργάσθαι. c. παῖς ὁ Λικυμνίου Οἰωνός: ὁ νοῦς· ὁ μὲν τοῦ Λικυμνίου παῖς Οἰωνὸς τὸ εὐθύτονον καὶ ἀκαμπὲς στάδιον δραμών· οὗτος δὲ ὁ Οἰωνὸς ἦλθεν ἀπὸ πόλεως Μιδέας καλουμένης τοῦ Ἄργους, βασιλεύων καὶ ἡγεμὼν λαοῦ ὤν. ἡ δὲ μεταφορὰ τοῦ ἐλαύνων ἀπὸ τῶν ποιμνίων. d. ἄλλως· εὐθύτονον στάδιον εἶπε· τοιοῦτον γὰρ λέγεται εἶναι τὸ στάδιον. e. ἄλλως· παῖς ὁ Λικυμνίου, ὃς ἤδη ἀνδρωθεὶς τὴν πρώτην τῶν Ὀλυμπίων θέσιν καὶ δίαυλον ἐνίκησεν. f. τὸ χ΄ ὅτι Οἰωνὸς προηγούμενος ἦλθεν. ἔστι δὲ ὄνομα κύριον ὁ Οἰωνός. g. ἀπὸ Μιδέας κώμης Ἀργολικῆς. ἔνιοι δὲ πόλεως. h. Μιδέαθεν: ἀπὸ Μιδέας.