Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 79
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 79-3
Not analysed yet
a. στρατὸν ἐλαύνων: καὶ ἡγούμενος . . . . ἣν συνεκρότησεν εἰς συμμαχίαν Ἡρακλεῖ ἀπὸ Μιδέας ὢν, ὅθεν καὶ Ἀλκὼ ἡ Λικυμνίου ἀδελφή. b. ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν: ὁ δὲ Ἔχεμος ἠρίστευσε πάλῃ κυδαίνων, ὅ ἐστι δοξάζων τὴν πόλιν αὐτοῦ Τεγέαν· ἔστι δὲ πόλις Ἀρκαδίας· δοξάζων δὲ διὰ τὸ ἀναγορευθῆναι ἀπὸ Τεγέας. προσυπακουστέον τὸ ἠρίστευσεν. ὑπὸ δὲ τούτου τοῦ Ἐχέμου τὸν Ὕλλον φασὶ τελευτῆσαι κατιόντα εἰς Πελοπόννησον.