Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 80
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 80.Part x-2
Not analysed yet
Ἔχεμος: προσυπακουστέον τὸ ἠρίστευσε· τὴν δὲ πάλην ἐνίκησεν Ἔχεμος Ἀρκὰς τὸ γένος. ὑφ᾿ οὗ φασι τὸν Ὕλλον τελευτῆσαι εἰς Πελοπόννησον κατιόντα. ἐγάμησε δὲ τὴν Τιμάνδραν· Ἡσίοδος. (fr. 114) Τιμάνδρην, φησὶν, Ἔχεμος θαλερὴν ποιήσατ᾿ ἄκοιτιν.