Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 86
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 86-4
Not analysed yet
a. Ἐπειῶν: Ἐπειοὺς τοὺς Ἠλείους, ἀπὸ Ἐπειοῦ τοῦ Ἐνδυμίωνος κληθέντας. τινὲς δὲ τὸν Ἐπειὸν Ἀεθλίου φασίν. b. ἀπὸ γᾶς Ἐπειῶν: διὰ τούτων ὁ Πίνδαρος τὴν Πρωτογένειάν φησιν ἐξ Ἤλιδος ἁρπασθεῖσαν εἰς Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι ὑπὸ Διός. c. ἐξήλλαχε δὲ τὴν ἱστορίαν ὁ Πίνδαρος. τὴν γὰρ Πρωτογένειαν οὐκ Ὀποῦντός φασιν οἱ πλείους, ἀλλὰ Δευκαλίωνος καὶ Πύρρας. d. Ἐπειῶν τῶν Ἠλείων, ἀπὸ Ἐπειοῦ τοῦ Ἐνδυμίωνος, ἢ τοῦ Ἀεθλίου τοῦ Ἐνδυμίωνος. e. Ὀποῦντος ἦν θυγάτηρ Ἠλείων βασιλέως, ἣν Ἀριστοτέλης (fr. 561) Καμβύσην καλεῖ.