Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 87
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 87-3
Not analysed yet
a. ἀρπάσαις: ὁ Πίνδαρος τὴν Πρωτογένειαν ἀναρπασθεῖσαν ὑπὸ τοῦ Διὸς εἰς τὸ Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι, τὴν δὲ Πρωτογένειαν Ὀποῦντος τοῦ Ἠλείων βασιλέως φησὶ θυγατέρα, ἄλλων τὴν Πρωτογένειαν Πύρρας καὶ Δευκαλίωνος λεγόντων, ὡς Φερεκύδης φησὶν ἐν τῷ ε΄ (FHG I, 85). b. ἁρπάσας οὖν τὴν Πρωτογένειαν καὶ ἔγκυον αὐτὴν ποιήσας, ἵνα μὴ ὁ Λοκρὸς ἄτεκνος διατελοίη, δέδωκε τῷ Λοκρῷ. ὁ δὲ Λοκρὸς τὸν ἀπὸ Διὸς καὶ Πρωτογενείας παῖδα ὡς ἴδιον σχὼν ὠνόμασεν αὐτὸν Ὀποῦντα ὁμώνυμον τῷ κατὰ μητέρα πάππῳ. c. (ἕκαλος:) ἥσυχος. νύκτωρ.