Ancient Greek
95.Part a to 95.Part e
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 95.Part a-Part e
Not analysed yet
a. τοῦτ᾿ ὄνυμα: ἀντὶ τοῦ ὄνομα. b. τὸ ἀθάνατον ὅτι διαβόητος ἦν· ἢ ὅτι ἐξ αὐτοῦ πολὺ γένος ἐγένετο τῶν Ἰαμιδῶν. c. ἀθάνατον: διὰ τὸ ἀπ᾿ αὐτοῦ κεκλῆσθαι τοὺς Ἰαμίδας. a. τοῦτ᾿ ὄνυμ᾿ ἀθάνατον: διὰ τοῦτο. b. διὰ τὸ τοὺς Ἰαμίδας [ἀθανάτους] ἀπ᾿ αὐτοῦ καλεῖσθαι. c. τερπνᾶς δ᾿ ἐπεί: καλῶς εἶπε τερπνῆς χρυσοστεφάνου καρπόν· ἐν γὰρ τῇ ἀκμῇ τοῦ σώματος οἱ ἄνδρες τὰ τέλεια φρονοῦσι. d. τερπνὴν δὲ καὶ εὐστέφανον ἐκάλεσε τὴν ἀκμὴν τοῦ σώματος διὰ τὸ ἐπίχαρι αὐτῆς. e. τερπνᾶς ἥβας: ὅτι ἐν ταύτῃ μάλιστα τὰ ἡδέα τοῖς ἀνθρώποις γίνεται.