Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 95
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 95.Part f
Not analysed yet
f. τερπνᾶς δ᾿ ἐπεὶ χρυσοστεφάνοιο: ὁ νοῦς· ἐπειδὴ δὲ ἐν ἀκμῇ ἡλικίας ἐγένετο καὶ τὸν καρπὸν τοῦ χρόνου ἤνεγκε, |τὰ γένεια δὲ λέγει, τότε δὴ παραγενόμενος εἰς τὴν Ἐπίδαυρον ηὔξατο· ἐν μέσῳ γὰρ Ἤλιδος καὶ Ἀρκαδίας ἡ Ἐπίδαυρος, ὧν ἡ μὲν Ἀρκαδία τὴν ἀρχὴν, ἡ δὲ Ἦλις τὰ πρὸς ταῖς ἐκβολαῖς οἰκεῖται τοῦ ποταμοῦ. ἐνταῦθα οὖν, |εἰς τὴν Ἐπίδαυρον, ἐπεκαλέσατο τόν τε ἑαυτοῦ πρόγονον Ποσειδῶνα καὶ τὸν τοξοφόρον καὶ ἔφορον τῆς θείας Δήλου τὸν Ἀπόλλωνα, τὸν ἑαυτοῦ πατέρα.