Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 96
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 96.Part b
Not analysed yet
b. ὁ δὲ νοῦς· ὅταν ᾖ πεποικιλμένος ὁ πλοῦτος σὺν ἀρετῇ, πορίζει τὰ εὐφραίνοντα, καὶ τὰ ἑαυτοῦ καὶ τὰ ἀπὸ τῆς ἀρετῆς περιγινόμενα ἑαυτῷ· ἀρετὴν μὲν γάρ τις ἔχων, ἀχόρηγος δὲ ὢν διὰ τὸ πένης εἶναι, πολλῶν στέρεται τῶν εὐφραινόντων· πλούσιος δὲ ὢν ἀρετὴν μὴ ἔχων οὐ χρῆται τοῖς εὐφραίνουσι. καὶ ἡ Σαπφώ· (fr. 80) πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πάροικος.