Ancient Greek
96.Part bb to 96.Part d
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 96.Part bb-Part d
Not analysed yet
b. ὁ πλοῦτός γε μὴν ταῖς ἀρεταῖς κεκοσμημένος καὶ τῶν ἐξ αὐτοῦ εὐφραινόντων καὶ τῶν ἐκ τῆς ἀρετῆς κοσμούντων δίδωσι καιρὸν καὶ ἡδονὴν. c. πολλὴν καὶ συνετὴν διάνοιαν πρότερον παρασχὼν, μετὰ ταῦτα καὶ τὰς ἰδίας ὁ πλοῦτος καὶ τὰς τῆς ἀρετῆς εὐφροσύνας παρέχει. d. προπαρασχὼν τὴν μέριμναν δι᾿ ἧς πάντα ἀγρεύεται.