Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 96
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 96.Part f
Not analysed yet
f. ὁ μὰν πλοῦτος: ὁ νοῦς· ὁ δὲ πλοῦτος οὐ μόνος ὢν καθ᾿ ἑαυτὸν, ἀλλὰ καὶ ἀρετῇ κεκοσμημένος, καιρίως τῶν τε ἑαυτοῦ ἀγαθῶν καὶ τῆς ἀρετῆς ἀπολαύει, συνετὴν ἔχων τὴν φροντίδα πρὸς τὸ ἀγρεύειν τὰ καλά. |τούτων γὰρ τὸ ἕτερον καθ᾿ ἑαυτὸ οὐχ ἡδύ· ὡς καὶ Καλλίμαχος (H. in Jov. 95)· οὔτ᾿ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν, οὔτ᾿ ἀρετὴ ἀφένοιο· δίδου δ᾿ ἀρετήν τε καὶ ὄλβον. καὶ ἡ Σαπφώ (fr. 80)· πλοῦτος ἄνευ ἀρετῆς οὐκ ἀσινὴς πάροικος. ἡ δὲ ἐξ ἀμφοτέρων κρᾶσις εὐδαιμονίας ἔχει τὸ ἄκρον. τοῦτο προσεῖναι τῷ Θήρωνι μαρτυρεῖ.