Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 96
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 96.Part e
Not analysed yet
e. ὁ μὰν πλοῦτος ἀρεταῖς: οἱ μετὰ ἀρετῆς πλουτοῦντες εὐγενῶς τὰ δύο φέρουσι τά τε ἀγαθὰ καὶ τὰ κακά· οὔτε γὰρ τὸν πλοῦτον ἀποδέχεται οὔτε τὴν ἀρετὴν, ἀλλὰ τὰ δύο ἡνωμένα. φησὶ γάρ· ὁ πλοῦτος κοινωνῶν τῇ ἀρετῇ ποιεῖ τοὺς ἀνθρώπους εὐγενῶς φέρειν τὰ ἀγαθὰ καὶ τὰ κακὰ ὑπὸ τὸν αὐτὸν καιρὸν, τὴν βαθεῖαν αὐτοῦ ὑπέχων μέριμναν, ὅ ἐστιν ὑπεράνω ὢν τῶν προσπιπτόντων ἀγαθῶν τε καὶ κακῶν. τὸ δὲ ἀγροτέραν σημαίνει ἀγρευτικὴν καὶ ἐρευνητικήν.