Ancient Greek · ~2 min
Argumentum Excerpt arg cod N
Scholia In Sophoclem, Argumenta et excerpta interpretationum allegoricarum in Sophoclis Ajacem Argumentum Excerpt arg cod N
Not analysed yet
Argumentum codicis N: Ὑπόθεσις. ἐν τῷ παρόντι δράματι πλάττεται ὁ Αἴας μαινόμενος ἀποτυχὼν τῶν ὅπλων τοῦ Ἀχιλλέως, ἃ δόλῳ καὶ πονηρίᾳ δεδώκασιν οἱ Ἀτρεῖδαι τῷ Ὀδυσσεῖ ὡς φίλῳ αὐτῶν. ὅθεν ἐκεῖνος ἀλγήσας, μετὰ ξίφους ἐβουλήθη τοὺς Ἀτρείδας καὶ τὸν Ὀδυσσέα ἀποσφάξαι. τῆς Ἀθηνᾶς δὲ τρεψάσης τὸ βούλημα καὶ μανίαν ἐνθείσης, ταῖς ποίμναις ἐμπεσὼν πολλὰ δεινὰ εἰργάσατο. καὶ μετὰ ταῦτα μεταμεληθεὶς γνωρίσας ἑαυτὸν ἀπέσφαξεν τῷ ἑαυτοῦ ξίφει, ὃ παρὰ τοῦ Ἕκτορος δῶρον ἔλαβεν. λυπηρὰ δὲ πάντα καὶ πλήρη στεναγμῶν καὶ δακρύων, διὰ τὴν μανίαν, διὰ τὸν πικρὸν θάνατον, διὰ τὰς τῶν Ἀτρειδῶν ἔριδας καὶ τἄλλα τὰ τοιαῦτα.