Ancient Greek · ~1 min
1 to 2
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1-2-2
Not analysed yet
1 ὦ τοῦ στρατηγήσαντος; πολλάκις παρατηροῦμεν ὅτι οἱ παλαιοὶ τὰ συνεκτικὰ τῶν ὑποθέσεων ἐν ἀρχαῖς ἡμῖν δηλοῦσιν· καὶ νῦν δηλοῖ πρὸς τίνα ὁ λόγος ὅπερ ἦν ἀναγκαῖον πρόσωπον. γράφε τυραννήσαντος. 2 προσοχὴν ὁ λόγος ἀπεργάζεται σκοπούντων ἡμῶν τί δή ποτε προθυμεῖται τὴν πόλιν ἰδεῖν.