Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 4
Not analysed yet
4 τὸ γὰρ παλαιὸν Ἀργος: Ἄργος ὁμωνύμως τῇ χώρᾳ ὡς Ὅμηρος Ἄργος τε Σπάρτη τε· παλαιὸν δὲ ἢ ὅτι Ἄργος ὁ προπάτωρ αὐτῶν γηγενὴς ἦν ἢ ὅτι καὶ αὐτοὶ πρωτογενεῖς ἀντιποιοῦνται εἶναι· ἔτι δέ ἐστι καὶ τὸ περὶ τοῦ πυρὸς μέχρι τοῦ νῦν δεικνύμενον καὶ λεγόμενον ὡς ἀπʼ οὐρανοῦ πρῶτον ἐκεῖσε κατηνέχθη. Ὅμηρος χωρίζει τὸ Ἄργος καὶ τὴν Μυκήνην, οἱ δὲ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασίν.