Ancient Greek · ~2 min
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1-4
Not analysed yet
1 ὦ κοινὸν αὐτάδελφον: αὐτάδελφον εἶπεν ὅτιε ἐκ τῶν αὐτῶν γεγόνασι· πολλάκις δὲ ὁ Σοφοκλῆς ἐπὶ τοῦ ἀδελφοῦ τίθησι τὸ κοινὸν ὡς νῦν. ἐπειδὴ τὸ ἀδελφὸς κοινῶς λέγεται ἐπὶ τῶν μὴ ἐξ ἀμφοτέρων τῶν γονέων ὄντων ἀδελφῶν ἐπήγαγεν τὸ αὐτάδελφον ὅπερ παρίστησι τοὺς ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γεγονότας· τὸ δὲ κοινὸν ὁ Σοφοκλῆς συνεχῶς ἐπὶ τοῦ ἀδελφοῦ τίθησιν οἷον καὶ ἐν ταῖς Ὑδροφόροις τέταχεν πολύκοινον Ἀμφιτρίταν ἀντὶ τοῦ πολυάδελφον. περιφραστικῶς ἀδελφὴ Ἰσμήνη.