Ancient Greek · ~7 min
2 to 20
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 2-2-20
Not analysed yet
2 ἆῤ οἶσθ᾿ ὅ τι Ζεύς: τὸ ὅ τι ἀντὶ τοῦ ὅ, ὁ δὲ νοῦς ἆρά γέ ἐστι τῶν ἀπʼ Οἰδίποδος κακῶν ὁποῖον οὐχὶ ὁ Ζεὺς ἔτι ζώσαις ἡμῖν τελεῖ; ὡς εἰ ἔλεγεν, ἆρα ἔχει τι ὁ Ζεὺς τούτων τῶν κακῶν μεῖζον ποιῆσαι εἰς ἡμᾶς; εἶπεν δὲ διττῶς, πρῶτον μὲν ὅ τι ἔπειτα δὲ ποῖον ἀρκοῦντος θατέρου. 4 οὔτʼ ἄτης ἄτερ: Δίδυμός φησιν ὅτι ἐν τούτοις τὸ ἄτης ἄτερ ἐναντίως συντέτακται τοῖς συμφραζομένοις· λέγει γὰρ οὕτως, οὐδὲν γάρ ἐστιν οὔτε ἀλγεινὸν οὔτε ἀτηρὸν οὔτε αἰσχρὸν ὃ οὐκ ἔχομεν ἡμεῖς, ἄτης ἄτερ δέ ἐστι τὸ ἀγαθόν· περισσὸν δέ ἐστι καὶ τὸ ἕτερον οὐ ὥστε ὥσπερ ἀπόφασιν εἶναι· σύνηθες δὲ τοῦτο τραγικοῖς. 7 καὶ νῦν τι τοῦτʼ αὖ φασιν: ἐγκλιτικῶς προενεκτέον τὸ τι· οὐ γάρ ἐστιν ἐν ἐρωτήσει ὁ λόγος ἀλλʼ ἐν ἀποφάσει ἀορίστως. πανδήμῳ πάσῃ τῇ πόλει. 9 ἢ λανθάνει σε τὰ τῶν ἐχθρῶν μηχανήματα ἐπὶ τοὺς φίλους ἰόντα; τὰ ἀπὸ τῶν ἐχθρῶν κακὰ εἰς ἡμᾶς στείχοντα; 10 ἀντὶ ἐπί 11 λείπει ἡ περί, περὶ φίλων. 14 διπλῇ χερί: τῇ ὑπʼ ἀλλήλων· τοῦτο γὰρ δηλοῖ τὸ διπλῇ οἷον ὑπʼ ἀλλήλων ἀναιρεθέντων τῶν ἀδελφῶν. 15 ἐπεὶ δὲ φροῦδος: ἀντὶ ἀφʼ οὗ πεπλεύκασιν Ἕλληνες· Ὅμηρος ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν· τὸ δὲ φροῦδος καθʼ ὑπερβολὴν εἴρηται. ἀντὶ ἀφʼ οὗ. 16 οἷον οὐκ οἶδα ἐν τίσιν εἰμὶ ἢ ἐν ἀγαθοῖς ἢ ἐν κακοῖς. ἀντὶ τοῦ πλέον. 17 ἄτῃ συνεχομένη. 18 ᾔδειν καλῶς: ἀντὶ τοῦ ᾔδεα · ᾔδειν σε καλῶς τὰ τοιαῦτα μὴ πολυπραγμονοῦσαν. 19 τοῦδʼ οὕνεκ᾿ ἐξέπεμπον: ἀντὶ διὰ τοῦτό σε ἤγαγον ἐνταῦθα· τὸ δὲ ἐξέπεμπον ἀντὶ τοῦ μετεπεμπόμην. 20 καλχαίνουσα: ἀντὶ τοῦ πορφύρουσα καὶ τεταραγμένως φροντίζουσα· κάλχη γάρ ἐστιν ὁ κόλχος τῆς πορφύρας ἥτις ἐκ τοῦ βυθοῦ τῆς θαλάσσης ἀνιοῦσα βάπτει τὴν καλλίστην πορφύραν παῤ ὃ καὶ Κάλχας ὁ μάντις. φροντίζουσα. ἐκ βάθους τι μεριμνῶσα ὡς τὸ βυσσοδομεύων.