Ancient Greek · ~5 min
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1-5
Not analysed yet
1 λόγος μέν ἐστʼ ἀρχαῖος: ὁ τρόπος ἀναχρονισμός· μεταγενέστερος γὰρ ὁ Σόλων. φασὶν Ἀθηναίους αἰτήσασθαι Σόλωνα νόμου γραφήν, τὸν δὲ δεδιότα τὸ ἁψίκορον αὐτῶν ὅρκον αἰτῆσαι αὐτοὺς ἐπιμεῖναι δεκαετίαν, παρευλαβούμενον δὲ μήποτε μένοντα ἀναγκάσωσι μεταθεῖναί τι τῶν νομίμων ἀναχωρῆσαι πρὸς Λυδοὺς καὶ Κροῖσον· δεξάμενος δὲ αὐτὸν ὁ κροῖσος δείκνυσι πάντα τὸν πλοῦτον καὶ στρατιώτας ἐν ὅπλοις χρυσοῖς βωμόν τε Ἀπόλλωνος ὁλόχρυσον, καυχώμενος δὲ ἠρώτα αὐτὸν τίς πάντων ἀνθρώπων εὐδαιμονέστερος, ὁ δὲ ἔφη Κλέοβιν καὶ Βίτωνα· λυπηθεὶς δὲ ὁ βασιλεὺς ἠρώτα τὸν τὰ δεύτερα φέροντα, τούτου δὲ πάλιν ἕτερον προβαλομένου ἠγανάκτησε Κροῖσος ἐπεὶ μηδὲ τὰ δεύτερα τῆς εὐδαιμονίας αὐτῷ δέδωκεν· ὁ δὲ Σόλων συνεὶς τὴν λύπην ἀπεφήνατο ὅτι τέλος ὅρα μακροῦ βίου· φασὶ δὲ αὐτοῦ τὸ τηνικαῦτα πόλεμον αἰρομένου πρὸς Πέρσας χρησθῆναι παρὰ τοῦ θεοῦ Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει· ὁ δὲ νομίσας περὶ τῆς Περσῶν ἀρχῆς αὐτὸν λέγειν ἐπολέμησεν καὶ ἡττηθεὶς ἐν πυρὶ βέβληται ὑπὸ Κύρου, καιόμενος δὲ Σόλωνα ἐπεκαλεῖτο· Ἀπόλλων δὲ ὄμβρον ἐπιβαλὼν ἔσβεσε τὸ πῦρ, Κύρου δὲ ἐρωτήσαντος διηγήσατο αὐτῷ τὸ ἀπόφθεγμα τοῦ φιλοσόφου ὅθεν θαυμάσας τε καὶ ἐννοήσας τὸ τῆς τύχης ἄδηλον μετὰ τιμῆς ἀπέπεμψεν Κροῖσον.