Ancient Greek
1328 to 1351
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1328-1351
Not analysed yet
1328 γράφε κράτιστα. γράφε βράχιστα. 1329 ὁ ἐμὸς θάνατος ὁ μείζων τούτων τῶν κακῶν. 1330 τῆς τελευτῆς παρασκευαστικήν· τέρμα γὰρ τὸ τέλος. 1334 δεύτερα. 1335 τοῖς θεοῖς. 1336 ὧν βούλομαι τυχεῖν ταῦτα ηὐξάμην. 1341 σέ τʼ τὴν Εὐρυδίκην. 1344 πάντα γὰρ λέχρια. πλάγια καὶ πεπτωκότα, τὰ μὲν ἐν χερσὶ τὰ δὲ ἐπὶ τῇ κεφαλῇ. 1347 ἀφόρητος. 1348 πολλῷ τὸ φρονεῖν: τὸ καλῶς φρονεῖν πρῶτόν ἐστιν εὐδαιμονίας καὶ τοῖς ἀνθρώποις ἐξοχώτατον. 1350 αἱ μεγαλορρημονίαι τῶν ὑπερηφάνων τιμωρίας μεγίστας τοῖς κεκτημένοις ἐπάγουσαι τελευταῖον διδάσκουσι τὸ φρονεῖν· καὶ ὁ ποιητὴς ῥεχθὲν δέ τε νήπιος ἔγνω. 1351 ὅτι διαφέρει τῆς Εὐριπίδου Ἀντιγόνης αὕτη ὅτι φωραθεῖσα ἐκείνη διὰ τὸν Αἵμονος ἔρωτα ἐξεδόθη πρὸς γάμον, ἐνταῦθα δὲ τοὐναντίον.