Ancient Greek · ~8 min
4 to 27
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 4-2-27
Not analysed yet
4 ἐγὼ δὲ τὸν ἐμόν: ἐγώ, φησί, τὸν ἐμὸν αἰῶνα καὶ πρὸ θανάτου διέγνωκα βαρὺν ὄντα καὶ ἀπεχθῆ καὶ δυστυχῆ. 7 ἐν πόλις Αἰτωλίας. 15 νυμφίων ὄκνον; νυμφίων ἀντὶ τῶν νυμφευμάτων καὶ μνηστευμάτων, ὄκνον δὲ τὸν φόβον· Ὅμηρος ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν· εἰ δὲ γράφεται ὄτλον τὴν ταλαιπωρίαν ἢ τὸ μεμορημένον καὶ πεπρωμένον· Καλλίμαχος κενεὸν πόνον ὀτλήσαντες. γράφε ὄτλον· ἡδεῖα δὲ ἡ φράσις καὶ ἡ ἱστορία. 12 ἑλικτός: διὰ τὸ σκολιὸν τῶν ῥευμάτων. 13 βούκρανος: οἱ ποταμοὶ βούκρανοι διετυποῦντο ἢ ὅτι μυκηθμῷ εἰσι παραπλήσιοι περὶ τὰς ἐκβολάς· Ὅμηρος τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠύτε ταῦρος· ἢ ὅτι σχίζουσι τὴν γῆν ὡς βόες· ἢ διὰ τὸ τὰς κατανομὰς παρὰ ποταμοὺς εἶναι. ἐκ δὲ δασκίου γενειάδος: ὁ νοῦς, ἐκ δὲ τῆς δασύτριχος γενειάδος αὐτοῦ κατέρρει πλῆθος ὑδάτων ὡς ἀπὸ κρήνης· παροιμία ἐκ πολλοῦ εἰρημένη. 14 κρηναίου λείπει τὸ ὡς, ὡς ἀπὸ κρήνης. 19 ὁ κλεινὸς ἦλθε Ζηνός: τοῦτο γὰρ ἦν παρὰ Οἰνέως ὡρισμένον, τῷ νικῶντι Ἀχελῷον αὐτὴν δώσειν. 21 ἐκλύεταί με: ἀντὶ τοῦ ἀπαλλάττει με καὶ ἐλευθεροῖ τοῦ φόβου τοῦ Ἀχελῴου περιγενόμενος. καὶ τρόπον μὲν ἂν πόνων: τὸν τρόπον τῆς πρὸς ἀλλήλους αὐτῶν μάχης οὐκ ἂν διείποιμι (ἐδεδοίκει γάρ), ἐκεῖνος δʼ εἴποι ὅς ἄφοβος αὐτῶν τὴν μάχην θεωρῶν ἐκάθητο· Ὅμηρος ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθὼν ὅς τις ἔτʼ ἄβλητος. 23 θᾶκος ἡ καθέδρα. 24 ἐγὼ γὰρ ἥμην: δασέως ἴνα συνάδῃ τῷ ἀλλ᾿ ὅστις ἦν θακῶν ἀταρβὴς τῆς θέας· οἱ δὲ ψιλῶς ἀντὶ τοῦ ὑπῆρχον. 25 μή μοι τὸ κάλλος: μὴ διὰ τὸ κάλλος ἀλγηδόνι περιπέσω τῷ Ἀχελῴῳ γαμηθεῖσα. 26 τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος: ὁ πρύτανις τοῦ ἀγῶνος· τὸ δὲ ὅλον οὕτως ἔχει, ὁ ἀγώνιος Ζεὺς εὐτυχῶς τῷ ἀγῶνι τέλος ἐπέθηκεν, ἐμοὶ δὲ οὐκ εὐτυχῶς, εὐτυχῶς μὲν ὅτι ἀπήλλαξέ με τοῦ Ἀχελῴου οὐκ εὐτυχῶς δὲ ὅτι καὶ νῦν οὐχ ἧττον ἀγωνιῶ διὰ τὴν Ἡρακλέους ἀπουσίαν. 27 λέχος γὰρ Ἡρακλεῖ κριτόν: ἀντὶ τοῦ ἔκκριτον.