Ancient Greek · ~2 min
ΕΙΣ ΑΝΤΙΓΟΝΗΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 100
Not analysed yet
100 ἀκτὶς ἀελίου: σύνοδος τινῶν Θηβαίων γερόντων ἐστὶν ἐξ ὧν ὁ χορὸς συνέστηκεν· μετάπεμπτοι δὲ ἐοίκασιν οὗτοι ὑπὸ τοῦ Κρέοντος γεγενῆσθαι ἐπεὶ καὶ τὰς προφάσεις τῆς εἰσόδου τῶν χορῶν πιθανὰς εἶναι δεῖ· καὶ ἐπειδὴ κατωρθώκασι τῇ προτεραίᾳ τὰς Θήβας καὶ οἱ ἄριστοι πάντες τῶν Ἀργείων ἀνῄρηνται εἰκότως περιχαρεῖς εἰσι καὶ τῇ παρούσῃ ἡμέρᾳ εὐχαριστοῦσιν· ὁ δὲ λόγος, ὦ φίλη ἡμέρα παρὰ τὰς πρόσθεν ἡμέρας φαιδρὰ ἡμῖν φανεῖσα. ἀντὶ τοῦ ἀκτῖνος. τὸ κάλλιστον ἑπταπύλῳ τὸ τὸ πρὸς τὸ φανέν, τὸ δὲ ἑξῆς τῆς ἀκτῖνος τοῦ ἡλίου φῶς τὸ φανὲν ἡμῖν κάλλιστον τῶν προτέρων ἡμερῶν· τοῦτο γὰρ προσληπτέον.