Ancient Greek · ~6 min
103 to 123
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 103-123
Not analysed yet
103 χρυσέας ἁμέρας: ἀκτὶς τῆς ἡμέρας ὀφθαλμός, ὁ δὲ νοῦς καλλίστη ἡμέρα, ἐφάνης ἐν Θήβαις βάντα τὸν Ἀργολικὸν στρατὸν τὸν λεύκασπιν πανσαγίᾳ τουτέστι πάσῃ σάγῃ καὶ σκευῇ χρησάμενον ὀξυτέρῳ κινήσασα χαλινῷ φυγάδα. περιφραστικῶς ὦ ἡμέρα. 104 Δίρκη κρήνη καὶ ποταμὸς Θηβῶν. 106 καὶ Εὐριπίδης λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατόν. 107 σὺν πανοπλίᾳ· ἤτοι δὲ τὸν Ἄδραστόν φησιν ἢ ἀφʼ ἑνὸς τὸ πλῆθος δηλοῖ. 108 πρόδρομον: ὑπὲρ τὸ δέον δραμόντα διὰ τὴν φυγήν. ὀξεῖ. 109 κινήσασα χαλινῷ: οἷον παρασκευάσασα τῶν χαλινῶν μετὰ σπουδῆς ἐφάψασθαι διὰ τὴν ὀξυτέραν φυγήν. 110 ὃν ἐφʼ ἡμετέρᾳ γᾷ: ὅντινα στρατὸν Ἀργείων ἐξ ἀμφιλόγων νεικέων ἀρθεὶς ἤγαγεν ὁ Πολυνείκης οἷον ἀμφιλογίᾳ χρησάμενος πρὸς τὸν ἀδελφόν· διὰ βραχέων δὲ εἶπεν αὐτὸ ὡς γνωρίμου οὔσης τῆς ὑποθέσεως. 111 ἀρθεὶς νεικέων: ἐπαρθεὶς εἰς θυμὸν καὶ παροξυνθείς· ἀμφιλόγων δὲ ἢ τῶν ἀμφισβητησίμων ἢ τῶν ἀμφιβολίας ἐμποιούντων. 113 τὸ ἑξῆς αἰετὸς ὥς, ὡς ἀετός. 114 ὡς ἐκ χιόνος οὔσῃ πτέρυγι ἀντὶ τοῦ λευκοτάτῃ. λευκῆς χιόνος πτέρυγι: τοῦτο ἀλληγορικῶς φησιν ὡς ἐπὶ ἀετοῦ, δηλοῖ δὲ ὅτι λεύκασπις ἦν ὁ τῶν Ἀργείων στρατός· λείπει δὲ τὸ ὡς ἵνʼ ᾖ ὡς χιόνος, τὸ δὲ πτέρυγι μεταφορικῶς ἐπὶ τῶν ὅπλων ἔλαβεν. ἐστεγασμένος λευκοῖς ὅπλοις. 117 στὰς δʼ ὑπὲρ μελάθρων: ἐς ἀετὸς ὁ Πολυνείκης κυκλώσας τὰς Θήβας ταῖς τῶν φόνων ἐρώσαις λόγχαις ἀμφιχανὼν ἔβα· ἐνέμεινε δὲ τῇ μεταφορᾷ. 120 ἔβα: ἀντὶ τοῦ ἡττήθη. 121 αἱμάτων παρήλλαξε τὸ ὄνομα τὰ χείλη τοῦ ἀετοῦ γένυς εἰπών. 123 πευκάενθʼ Ἥφαιστον ἑλεῖν: τὸν ἐκ τῆς πεύκης ἐγειρόμενον ἢ τὸν πικρὸν τοῖς τοῦτο πάσχουσι.