Ancient Greek · ~8 min
1003 to 1081
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1003-1081
Not analysed yet
1003 μὴ ἔστω ἐπὶ τῷ Φιλοκτήτῃ ἡ ἐξουσία τοῦ κατακρημνίζεσθαι. · 1004 ὦ δεδεμένος φησίν. 1005 ἀλοῦσαι καὶ συλλαμβανόμεναι. 1006 δόλιε Ὀδυσσεῦ. 1008 πρὸ σοῦ πέμψας τὸν Νεοπτόλεμον. 1014 ἄκακον ἀπὸ φύσεως. 1016 διανοῇ. 1017 ἔρριψας. 1018 ἐν ζῶσιν ἤτοι ὅτι κοιμώμενον αὐτὸν εἴασεν ἢ διὰ τὸ πάθος. 1025 ἀνάγκῃ· καὶ Ὅμηρος κλέπτε νόῳ· ζυγεὶς δὲ ὑποταγείς· ὁ δὲ νοῦς, καίτοι σὺ μὲν ἀναγκασθεὶς στρατεύῃ· προσποιούμενον γὰρ αὐτὸν μαίνεσθαι Παλαμήδης ἤλεγξεν. 1028 ὡς σὺ φὴς οἱ Ἀτρεῖδαί με ἐξέβαλον, ὡς δέ φασιν ἐκεῖνοι σύ. σὺ μέν, φησίν, ἐκείνους αἰτιᾷ ἐκεῖνοι δὲ σέ. 1033 τοῦτο γὰρ προφασισαμένου Ὀδυσσέως, ὅτι θῦσαι οὐκ ἔστι τούτου ἐπιστενάζοντος, ἐξέθηκαν αὐτόν. 1036 εἰ φροντίς ἐστι τῆς δίκης τοῖς θεοῖς. 1039 ἐρεθισμός. 1040 θεοί τʼ οἱ ἐφορῶντές με δυστυχοῦντα. 1045 βαρὺς λόγοις. 1046 κοὐχ ὑπείκουσαν κοὐκ ἀναδυομένην ἐν τοῖς κακοῖς. 1048 εἴ μοι εἰ καιρὸς ἐπιτρέψειέ μοι. νῦν δʼ ἑνὸς κρατῶ νῦν δὲ σιωπῶ· οἶδα γὰρ τοῦτο ποιεῖν ὅπου δεῖ. 1049 οὗ: ὅπου τοιούτων δεῖ τῶν σιωπώντων. 1050 δοκιμασία, ἐξέτασις. 1051 μᾶλλον —εὐσεβέστερον. 1052 γράφε κρείσσων. 1056 οὐ μόνος Τεῦκρός ἐστι τοξότης ἀλλὰ κἀγὼ ὑπολαμβάνω ἐμαυτὸν τούτων ἔμπειρον εἶναι, οὐχ ἧττον σοῦ· Ὅμηρος εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι. 1059 τῶν τόξων. 1060 τί δῆτα σοῦ τίς σοῦ χρεία; χαῖρε τὴν Λῆμνον ἥδου τῇ διατριβῇ τῆς Λήμνου. 1067 προσφωνηθῆναι ἄξιος. 1070 ἆρα καὶ ὑμεῖς μιμεῖσθε τούτους καὶ ἀνηλεεῖς γενήσεσθε πρὸς ἐμέ; 1074 τὸ ἑξῆς, ἀκούσομαι πρὸς τοῦδε ὥς εἰμι οἴκτου μεστὸς οἷον καταγνωσθήσομαι ὡς ἥττων οἴκτου. 1076 τά τʼ ἐκ τὰ ἐπὶ τῆς νεώς. 1077 κοσμήσωσι. 1078 ἐν ἐν τοσούτῳ. 1079 ἡμεῖς. 1080 ὁρμᾶσθαι λείπει γίνεσθε. 1081 κοίλας πέτρας: σπήλαιον θερμὸν διὰ τὸν ἥλιον καὶ διὰ τὸ ψῦχος παγετῶδες· ἢ οὕτως, ἐν θέρει ψυχρόν, ἐν δὲ χειμῶνι θερμὸν ἀντὶ ἐπιτήδειον εἰς χειμῶνα καὶ θέρος· γύαλον δὲ ἀντὶ τοῦ κεῦθος· κυρίως δὲ γύαλα τὰ κοῖλα λέγεται, ἀλλʼ ἐὰν οὕτω μεταφράσῃς ἀπίθανον τὸ κοῖλον κοίλωμα διὸ δὴ τὸ κεῦθος ἢ ἀντὶ τὸ ἄλσος μετάφράζομεν.