Ancient Greek · ~9 min
895 to 1002
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 895-1002
Not analysed yet
895 τὸ μετὰ ταῦτα. ἀδημονεῖ ἐννοῶν ὅτι μέλλει ἐξαπατᾶν τὸν Φιλοκτήτην καὶ ἀπάγειν εἰς τὴν Ἴλιον, οὐκέτι ἐπὶ τὴν πατρίδα καθάπερ ἐπηγγέλλετο. 898 περὶ τίνος; 899 πάθους λέγει τῆς ἀπορίας ἀντὶ ἀπορῶν τυγχάνω. 900 οὐ δή ἐρωτηματικῶς. 902 λείπει ἡ εἰς. 903 ἐκείνην, φησί, λέγω δυσχέρειαν προσεῖναι τῷ ἀνδρὶ τῷ ξένον τι τῆς αὐτοῦ διανοίας διαπραττομένῳ. 904 τοῦ τοῦ Ἀχιλλέως. 907 οὔκουν ἐν οἷς γε ἐν οἷς πράττεις οὐκ ἔσῃ αἰσχρός. 909 ἃ μὴ τὰ ἀληθῆ. λέγων αἴσχιστʼ ἀπατῶν. 910 εἰ μὴ γὼ κακὸς γνώμην εἰ μὴ κακῶς καὶ ἀνοήτως βουλεύομαι. 912 οὐχ ὅτι καταλείψω σε ἄχθομαι ἀλλʼ ὅτι λυπηρῶς καὶ οὐ κατὰ τὴν σὴν γνώμην μέλλω σε ἄγειν· ἐπὶ Τροίαν δέ φησιν. 919 τῆς νόσου. 921 πολλὴ γάρ ἐστιν ἀνάγκη ταῦτα διαπράξασθαι. 925 τῶν κρατούντων γὰρ φροντίζω μᾶλλον ἢ σοῦ διὸ οὐ δώσω σοι ταῦτα. 927 ὦ πῦρ παρὰ τὸ ὄνομα· καλεῖται γὰρ Πύρρος. 935 οὕτως μοι πάλιν προσέχει ἀναιδῶς ὡς μὴ ἐάσων καὶ δώσων τὰ βέλη. 936 συνδιαγωγαί. 937 κοιλώδεις τόποι. 938 ὑμῖν ταῦτα λέγω· οὐ γὰρ οἶδα πρὸς ἄλλον ὅν τινα ἀποδύρομαι. 939 τοῖς λείπει τὸ κλύειν ἐμοῦ. 944 δεῖξαι. 946 ἐναίρων σφάττων νεκρὸν κατὰ τὴν παροιμίαν. 947 μάτην. 950 ἐν σαυτῷ φρόνιμος ἕσο. 952 δίθυρον. 953 τόξων γυμνός, τὴν διὰ τῶν τόξων μοι γινομένην οὐκ ἔχων τροφήν· ἄνευ τροφῆς οὖν ἀντὶ τῶν τόξων. 954 αὖ γράφε αὐανοῦμαι ἀντὶ τοῦ ξηρανθήσομαι. 957 ἐγὼ εἰωθὼς ἐσθίειν τὰ θηρία βρωθήσομαι νῦν παρʼ αὐτῶν. 959 ῥύσιον ἐνέχυρον, ἀμοιβὴν ἐκτίσω· Ὅμηρος ῥύσιʼ ἐλαυνόμενος. 962 γνώμην μετανοήσεις. 964 ὑποχωρεῖν, πεισθῆναι. 968 ἀπατήσας. 971 τὰ αἰσχρὰ παρʼ ἑτέρων μαθών. 972 νῦν δὲ ἄλλοις δοὺς τὰ κακὰ οἷς εἰκὸς ἔκπλει τὰ ἐμὰ ἐμοὶ δούς. 975 οὐκ οὐκ ἔρχῃ; 978 πεπραγμάτευμαι. 982 οὐδʼ ἢν ὁ Νεοπτόλεμος. 983 στελοῦσί πέμψουσί σε. 984 τολμηέστατε. 986 σέλας τὸ Ἡφαίστειον πῦρ· ἐν γὰρ τῇ Λήμνῳ τὰ τοῦ Ἡφαίστου ἐργαστήρια ἔνθα καὶ κρατῆρές εἰσι πυρός. 988 ἐκ τῶν λείπει κόλπων. 997 ἀντὶ οὐ δοῦλον ἀλλʼ ἄριστον καὶ μετὰ ἀρίστων τὴν Τροίαν δεῖ σε πορθῆσαι· τοῦτο δὲ προτρεπτικόν. 1000 τῆς Λήμνου. 1002 πρὸς τῇ πέτρᾳ ἐναιμάξω τὴν κεφαλήν μου ἄνωθεν πεσὼν ἀπὸ πέτρας.