Ancient Greek · ~2 min
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1010
Not analysed yet
1010 πόθεν ἔστ᾿, πάντων Ἑλλάνων: οὐ πρὸς τοὺς φέροντάς φησιν ἀλλὰ καθόλου πρὸς πάντας τοὺς εὐεργετηθέντας πρῴην ὑπʼ αὐτοῦ· ποῦ, φησίν, ἆρα ἐστέ, ὦ πάντων Ἑλλήνῶν ἀδικώτατοι τουτέστιν ἀχαριστότατοι, οὓς ἐγὼ πῇ μὲν κατὰ θάλατταν πῇ δὲ ἐν γῇ ἔσῳζον, πάντα τόπον καθαίρων ὑπὲρ σωτηρίας ἐκείνων ἐγγὺς θανάτου ἐγενόμην; τὴν δὲ ἐκ τόπου σχέσιν εἶπεν ἀντὶ τῆς ἐν τόπῳ ὡς σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη ἀντὶ τοῦ σχεδόν. ἀντὶ ποῦ.