Ancient Greek · ~8 min
1013 to 1057
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1013-1057
Not analysed yet
1013 ἔκαμνον καὶ ἐγγὺς θανάτου ἐγενόμην. καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι: καὶ νῦν, φησίν, οὐδεὶς ἐκείνων ἐπʼ ἐμοὶ νοσοῦντι οὐ πῦρ, οὐ ξίφος σωτήριον προσαγαγὼν ἀπαλλάξει με τοῦ ζῆν; δεικτικῶς ἀντὶ ἐμοί. 1014 οὐ λείπει προσαγαγών. ὠφελήσιμον, σωτήριον. 1016 οὐδʼ ἀπαράξαι: οὐδεὶς ἐκείνων, φησί, βού- ἐλθὼν τὴν κεφαλήν μου ἀποτεμεῖν καὶ ἐλευθερῶσαι τοῦ μοχθηροῦ βίου. 1018 εἷς τῶν γερόντων ἀκολουθῶν ἐξ Εὐβοίας τῷ ρακλεῖ πρὸς τὸν Ὕλλον φησί. τοὖργον τόδε μεῖζον ἀνήκει: τὸ βοηθῆσαι ἢ βαστάξαι τὸν Ἡρακλέα μεῖζόν ἐστιν ἢ κατʼ ἐμέ· ἀνήκει δὲ ἀντὶ ὁρμᾷ ὤξυνται μεῖζον, φησίν, ἢ κατὰ τὴν ἐμὴν δύναμιν· τοὖργον δὲ τὴν νόσον φησί. 1019 σὲ δὲ σύλλαβε: σὺ γὰρ νέος εἶ καὶ ὀξύτερόν σοι τὸ ὄμμα πρὸς τὸ σῴζειν τὸν πατέρα μᾶλλον ἢ διʼ ἐμοῦ. 1020 ὀξύτερον. ψαύω μὲν ἔγωγε; εἰ τὸ κατασχεῖν αὐτὸν ἰᾶται ἰδοὺ ἐφάπτομαι αὐτοῦ, ἴσθι δέ, φησίν, ὅτι τὴν λαθί- πονον ἴασιν τῶν ὀδυνῶν οὔτε διὰ στόματος οὔτε ἔξωθεν προσάπτειν δύναμαι· οὐκ οἶδα γάρ· τοιαῦτα γὰρ ἀλγήματα δίδωσιν ὁ Ζεύς. 1021 λαθίπονον δʼ λείπει φάρμακον. τὴν ὀδύνην τοῦ βίου αὐτοῦ τὴν λαθίπονον ἐξανύσαι οὐ δύναμαι. οὔτ’ ἔνδοθεν οὔτε θύραζε: οὔτε ἀπʼ ἐμαυτοῦ οὔτε ἀπό τινος τῶν ξένων δύναμαι ἐξανύσαι. διὰ στόματος. 1023 αἰσθάνεται τῆς τοῦ παιδὸς φωνῆς ὁ Ἡρακλῆς. 1028 ἀναζωπυρεῖται ἡ νόσος. δειλοποιός. 1030 ἀπροσπέλαστος. 1031 ἐπικαλεῖται τὴν Ἀθηνᾶν εἰς βοήθειαν. ἰὼ παῖ: κἂν σύ, παῖ, τὸν φύσαντα οἰκτείρας ἐπίσπασαί μοι ξίφος ἀνεμέσητον, ἐφʼ οὐδείς σε μέμψεται ὡς πατροκτόνον. 1036 ἐπίσσωσεν. γράφε ἐχόλησεν οἷον χολῇ ἔχρισε τὸν χιτῶνα. 1038 ἂν δʼ ἣν ἴδοιμι τῷ αὐτῷ νοσήματι περιπεσοῦσαν. 1039 ὁμοίως. 1041 ὦ Διὸς αὐθαίμωνι τοῦ Διὸς ἀδελφὲ Ἀιδωνεῦ. 1042 ταχεῖ. 1049 στυγνοποιός, διὰ τὰς τῶν ἄθλων προστάξεις. 1052 ὑφαντὸν τὸν χιτῶνα ἐς ἀμφίβληστρον. 1053 προσκολληθέν. 1054 τὰς φλέβας. 1055 ἐκπίνει. νέον ἢ νεκρόν. 1057 ἀφράστῳ τῇδε χειρωθείς: ἀπροσδοκήτῳ, ἀνεννοήτῳ ἢ ἀλέκτῳ· ἢ περὶ ἧς οὐκ ἔχει τις φράσασθαι τίς εἴη τὴν φύσιν. ἐποχῆ, ἥττῃ.