Ancient Greek · ~5 min
103 to 129
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 103-2-129
Not analysed yet
103 πέρασιν ἤδη; πέρασιν ἀντὶ τοῦ πέρας ὅ ἐστι τελευτήν· τὸ δὲ ἑξῆς, βίου πέρασιν. 104 εἰ μὴ δοκῶ τι μειόνως. εἰ μὴ δοκῶ ὑμῖν ἐλαττόνως ἔχειν τὰ κακὰ καὶ δεῖσθαι προσθήκης κακῶν. 106 ἴτ᾿ ,γλυκεῖαι: εὐφήμως τὰς Ἐρινύας γλυκείας φησὶν ἵνα μὴ πικραὶ αὐτῷ γένωνται. 107 ἴτε, ὦ Ἀθῆναι 111 τὴν εἰσαγωγὴν τοῦ χοροῦ εὐαφόρμως θέλει ποιήσασθαι. 113 σιγήσομαί τε: ἴνα μὴ πρὸς τούτους ὁ λόγος προπυνθανομένους γένηται ἀλλὰ τηρηθῇ Θησεῖ παραγινομένῳ. 115 δεῖ νοεῖν ὅτι ἐκρύβη εἰς τὸ ἄλσος. ἐν γὰρ τῷ μαθεῖν: ἐν τῷ προμαθεῖν ἔννοια καὶ σκέψις γίνεται· οὐ γὰρ τὸν φόβον φησίν. 117 ὅρα, τίς ἄρʼ ἦν; :ὁ χορὸς ἐκ τῶν ἐπιχωρίων ἀνδρῶν πεπυσμένος ὅτι προσκαθέζεταί τις τῷ ἱερῷ τόπῳ τούτῳ τὰ πρῶτα ὑποχαλεπαίνοντές φησι, τίς ἄρα ἐστὶν ἢ ποῦ διατρίβει; 119 ἐκτόπιος ἀπὸ ξένου τόπου ὁρμήσας. ὁρμήσας. 120 ὁ πάντων ἀκορέστατος: παρʼ ὅσον οὐδεὶς αὐτῷ τῶν ἄλλων ἤρκεσε τόπων ἀλλὰ καὶ ἐπὶ τοῦτον ἦλθεν ἀφόβως οἷον ὁ μηδενὶ τῶν ἄλλων τόπων ἀρκεσθεὶς ἀλλʼ ἐπὶ τοῦτον ἥκων ἀπληρώτως· ὅτι τοσούτου τόπου παρακειμένου εἰς τὸν ἄβατον ὥρμησεν. 123 ἀντὶ τοῦ ξένος· οὕτω γὰρ λέγουσι τοὺς ξένους. 124 οὐδʼ ἐγχώριος: πάντως, φησί, ξένος ἐστὶν ἀγνοῶν· οὐ γὰρ ἂν ἐπέβαινεν εἰ ἥδει. 126 ἄβατον. 127 ἀκαταμαχήτων ἢ ἀπροσπελάστων. 129 καὶ παραμειβόμεσθʼ ἀδέρκτως: οὐ προσβλέποντες ἀλλʼ ἢ καταμύοντες ἢ κύπτοντες.