Ancient Greek · ~5 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 100-2
Not analysed yet
100 νήφων ἀοίνοις: οὐ γὰρ σπένδεται οἶνος αὐταῖς ἀλλʼ ὕδωρ καὶ νηφάλιαι καλοῦνται αἱ σπονδαὶ αὐτῶν· Πολέμων δὲ ἐν τῷ πρὸς Τίμαιον καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι γράφων οὕτως, Ἀθηναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι νηφάλια μὲν ἱερὰ θύουσι Μνημοσύνῃ Μούσῃ, Ἠοῖ, Ἡλιῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ οὐρανίᾳ· Φιλόχορος δὲ καὶ περί τινων ἄλλων θυσιῶν τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῇ· βʹ τῶν Ἀτθίδων Διονύσῳ τε καὶ ταῖς Ἐρεχθέως θυγατράσι καὶ οὐ μόνον θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφʼ ὧν ἔκαιον· Κράτης μὲν οὖν ὁ Ἀθηναῖος τὰ μὴ ἀμπέλινα τῶν ξύλων πάντα νηφάλιά φησι προσαγορεύεσθαι ὁ δὲ Φιλόχορος ἀκριβέστερόν φησι τὰ μήτε ἀμπέλινα μήτε σύκινα ἀλλὰ τὰ ἀπὸ τῶν θύμων νηφάλια καλεῖσθαι καὶ πρώτῃ φησὶν ὕλῃ πρὸς τὰς ἐμπύρους θυσίας ταύτῃ κεχρῆσθαι παρʼ ὅ καὶ τοὔνομα λαβεῖν τὸν θύμον ὡς παρὰ τὴν θυμίασιν καὶ τὴν θυὴν πεποιημένης τῆς φωνῆς· εἰσὶ δέ τινες τὸ παράπαν ἄσπονδοι θυσίαι κατὰ τύχην εἰς ἔθος παρελθοῦσαι. κἀπὶ σεμνὸν ἑζόμην: ὁ ἄνω εἶπεν τοῦδʼ ἐπʼ ἀξέστου πέτρου· ἀσκέπαρνον δὲ τὸν ἄγλυφον καὶ ἀπελέκητον καὶ ἄξεστον, οὐκ εἰργασμένον.