Ancient Greek
1039 to 1056
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1039-1056
Not analysed yet
1039 ἢ δεινὸν εὖ λέγουσαν: δεινὸν ἐμὲ καλῶς λέγουσαν δοκεῖν ἐξαμαρτάνειν· ἐπεὶ δὲ ἡ Χρυσόθεμις καλῶς λέγει, δοκεῖ δὲ ἁμαρτάνειν διὰ τὸ μὴ πράσσειν τὰ δίκαια ὑπὲρ ἐκδικίας τοῦ πατρὸς πρὸς τοῦτό φησιν ἡ Ἠλέκτρα, δεινόν ἐστι σύμφορα δοκοῦσαν συμβουλεύειν ἄδικα πράσσειν καὶ ἁμαρτάνειν, ὅπερ ἡ Χρυσόθεμις εἰς Ἠλέκτρον τρέπει ἐν τῷ ἑξῆς στίχῳ. 1040 εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ: τὸ ἁμαρτάνειν· λέγουσα γὰρ δίκαια καὶ εὐπρεπῆ ἐν αὐτοῖς ἁμαρτάνεις· ἀλυσιτελῆ γὰρ ἐπιχειρεῖς ποιεῖν. 1044 ἀλλʼ εἰ ποιήσεις ταῦτα: οἷον τοῖς δεινοῖς περιπεσοῦσα ἐπαινέσεις με σύμφορά σοι συμβουλεύδασαν. 1046 εἰς τοὐπίσω, εἰς τὸ ἐναντίον. 1052 ἀντὶ κοινωνήσω. 1056 παρὰ τὸ Ὁμηρικὸν ῥεχθὲν δέ τε νήπιος ἔγνω.