Ancient Greek · ~8 min
977 to 1036
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 977-1036
Not analysed yet
977 ἴδεσθε τώδε: ἐπὶ τῶν θηλυκῶν τοῖς ἄρσενικοῖς ἄρθροις κέχρηται ὅπερ σύνηθες Ἀττικοῖς· τὼ χεῖρε γάρ φασι· καὶ Ὅμηρος τὼ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι. τώδε ἀντὶ τάσδε. 978 ὣ ἀντὶ αἵτινες. 980 προὐστήτην προέστησαν περὶ τοῦ φόνου τῶν ἐχθρῶν. 981 ἀντὶ τοῦ ταύτας. 990 ἐν τοῖς τοιούτοις ἐστίν: ὁ χορὸς ὑπερτεθαυμακὼς τὸ τολμηρὸν τῆς Ἠλέκτρας φησὶν ὅτι μετὰ προγνώσεως καὶ ἀσφαλείας τὰ τοιαῦτα δεῖ καὶ λέγειν καὶ ἀκούειν. 992 εἰ φρενῶν εἰ ἐφρόνει. 993 ἐσῴζετʼ ἂν τὴν εὐλάβειαν: οὐ σῴζει, φησί, τὴν εὐλάβειαν ἀλλʼ ἔστι θρασεῖα καὶ ῥιψοκίνδυνος. 995 τοιοῦτον θράσος αὐτή θ᾿ ὁπλίζῃ: λίαν ἐμφαντικῶς τῷ θράσει φησὶν αὐτὴν ὁπλίζεσθαι ὡς μηδὲν ἀμυντήριον αὐτὴν ἔχουσαν ἢ μόνον θράσος. 997 γυνὴ μὲν οὐδʼ ἀνήρ: ταῦτα πάντα ὅμοιά ἐστι τοῖς ἐν Ἀντιγόνῃ, εἰ δέ τις παραβάλοι εἴσεται τοῖς αὐτοῖς διανοήμασι χρησάμενον Σοφοκλέα. 998 τοῦτο δεύτερον κεφάλαιον. 999 δαίμων δέ: τοῦτο τρίτον κεφάλαιον καὶ ἄναγκαιότερον, ὡς οὐδὲ ἐκ παραδόξου κατορθῶσαι ἡμᾶς τὴν ἐπιχείρησιν εἰκὸς τῆς τύχης μὴ συλλαμβανομένης. 1000 ἐλαττοῦται, μαραίνεται. 1005 λύει γὰρ ἡμᾶς οὐδέν: οὐ λυσιτελεῖ γὰρ ἡμῖν, φησίν· οὐκ ἀπαλλάσσει τῶν κακῶν. ἀντὶ οὐδὲν ἡμᾶς ἐκλύσεται. 1006 δυσκλεῶς θανεῖν: ἐνταῦθα δηλοῖ τὸ μετʼ αἰσχρᾶς τιμωρίας ἀποθανεῖν· καὶ Ὅμηρος μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην. 1007 ἀλλʼ ὅταν θανεῖν χρῄζων: ὅρα ὅτι τοῦτο δηλοῖ τὸ δυσκλεῶς. λείπει τὸ καλῶς. 1008 εἶτα μηδὲ τοῦτʼ ἔχῃ: οὐ τὸ τοῦ θανάτου δεινόν ἐστιν ἀλλʼ ὅταν ἐπιθυμῶν τις ἀποθανεῖν ὥστε τὰς παρούσας κολάσεις ἐκφυγεῖν τότε μηδὲ τούτου τύχῃ· τοιαῦτα οὖν πεισόμεθα ὧν ὁ θάνατος αἱρετώτερος. 1013 ἀλλὰ τῷ χρόνῳ ἐν ὑπερβατῷ. 1018 ἃ πηγγελλόμην: ἀντὶ ἃ ἠξίουν, τὸ δὲ παρακαλεῖν ἐπαγγέλλειν φησίν. 1019 ἀλλʼ αὐτόχειρί παρατήρει κἀνθάδε τὴν εὐτολμίαν ὡς καὶ ἐν Ἀντιγόνῃ. γράφε ἀλλʼ οὐδὲν ἧσσόν μοι. 1026 εἰκὸς γὰρ τὸν κακῶς ποιεῖν ἐπιχειροῦντα καὶ πάσχειν κακῶς· τοῦτο δὲ Πινδαρικὸν ῥέζοντά τι καὶ παθεῖν ἔοικεν. 1028 οἷον ἔσται καιρὸς ὅτε με εὐφημήσεις. 1036 οὐκ ἀτιμάζω σε ἀλλὰ προνοοῦμαί σου.