Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1044
Not analysed yet
1044 εἴην ὅθι δαίων: ὁ μὲν Κρέων καὶ ὁ Θησεὺς ἀπῆλθον ὑπονοῶν αὐτὸν οὐ ψιλὸν ἥκειν ἀλλὰ μετά τινος χειρὸς ἥν πλησίον που ἐστρατοπεδευκέναι· κατὰ τοῦτο οὖν καὶ οἱ κατὰ τὸν χορόν, ἄλλως προβεβηκότες τὴν ἡλικίαν, εὐχὴν ποιοῦνται ταύτην, εἴθε εἴην ὅπου αἱ συμβολαὶ καὶ αἱ μάχαι μέλλουσιν ἔσεσθαι· ὑπονοοῦσι γὰρ τὰ ὅμοια τῷ Θησεῖ περὶ τοῦ Κρέοντος καί φησιν, εἴθε ἐπόπτης ἐγενόμην αὐτῶν. ἀντὶ ἀναστροφαί.