Ancient Greek · ~4 min
960 to 1031
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 960-1031
Not analysed yet
960 λῆμʼ ἀναιδές: τὴν ὑστάτην ὑποφορὰν πρὸς τὸν Κρέοντα μηκέτι ὑπὸ τοῦ Θησέως λέγεσθαι ἀλλʼ ὑπὸ τοῦ Οἰδίποδος· ἡ δὲ αἰτία πρόδηλος· καὶ ἅμα παραφύλαττε εἰ καὶ οὕτω πιθανῶς ποιεῖται τὰς ἐπιχειρήσεις· τῷ γὰρ ὄντι ὁ Οἰδίπους εἴ τις ἀκριβῶς ἐξετάζοι ἄδικος μὲν οὐκ ἔστιν ἀτυχὴς δὲ καὶ περιπαθής. 961 ἢ ἐπεὶ τὴν ἀδελφήν σου λοιδορεῖς. 965 ὀργιζομένοις. 973 ἔα ἦ. 977 τό γ᾿ τὸ ἀκούσιον. 978 τὸ ἑξῆς, μητρὸς δὲ, γάμους, τλήμων, οὔσης ὁμαίμου σῆς ἀναγκάζων με λέγειν οὐκ ἐπαισχύνῃ. 1000 ἅπαν καλὸν λέγειν τουτέστιν ἀθυρόστομος ὤν. 1006 ὅθʼ οὕνεκ’ εἴ τις γῆ: ὅτι οὕνεκα, ἐκ παραλλήλου τὸ αὐτὸ εἴθ’ ἄφελεν· ἀντὶ ἀγνοεῖς τοῦτο, Κρέων, ὅτι εἴ τις χώρα θεοὺς ἐπίσταται γιγνώσκειν ἡττᾶται περὶ τὸ φιλόθεον τῇ Ἀττικῇ. 1016 οἱ οἱ θεράποντες Κρέοντος. 1023 ἄλλοι: Ἀθηναῖοι ἐπιδιώκουσιν αὐτούς. τοὺς Ἀθηναίους. 1024 οἱ σοὶ θεράποντες. 1031 πιστὸς ἀντὶ πιστεύων, καταστρέφει δὲ εἰς τὸ πεποιθώς.