Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1047
Not analysed yet
1047 ἢ πρὸς Πυθίαις: ἀπὸ κοινοῦ τὸ ἀκταῖς ληπτέον, λέγοι δʼ ἂν Πυθίας ἀκτὰς τὸν τοῦ Πυθίου Ἀπόλλωνος βωμὸν τὸν ἐν τῷ Μαραθῶνι ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον· ἱστορεῖ περὶ τούτων Φιλόχορος ἐν τῇ Τετραπόλει γράφων οὕτως, ὅταν δὲ σημεῖα γένηται παραδεδομένα ἐν τοῖς ἱεροῖς τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους Πυθιάδα καὶ Δηλιάδα ὁποτέρα ἂν καθήκῃ αὐτοῖς· θύει δὲ ὁ μάντις ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ θεωρία πέμπηται ἐν Οἰνόῃ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ Πυθίῳ εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία κατὰ τὰ προειρημένα θύει ὁ μάντις εἰς τὸ ἐν Μαραθῶνι Δήλιον· καὶ ἔστιν ἱεροσκοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῷ ἐν Οἰνόῃ Πυθίῳ τῆς δὲ εἰς Δῆλον ἐν τῷ ἐν Μαραθῶνι Δηλίῳ. ὡς περὶ Μαραθῶνα οὔ τὸ Πύθιον ἵδρυται.