Ancient Greek · ~2 min
1048 to 1051
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1048-1051
Not analysed yet
1048 ἢ λαμπάσιν ἀκταῖς ἕως τέλη θνητοῖσιν: τὰ περὶ Ἐλευσῖνα μέρη φησὶ καὶ εἴη λαμπάσιν ἀκταῖς ταῖς λαμπαδευομέναις καὶ καταλαμπομέναις καὶ δᾳδουχουμέναις ὑπὸ τῆς μυστικῆς φλογὸς καὶ τῶν ἱερῶν δᾴων περὶ ὧν Ἀἰσχύλος φησὶ λαμπραῖσιν ἀστραπαῖσι λαμπάδων σθένει. περὶ Ἐλευσῖνα· ἀπὸ τῶν αὐτόθι ἐν τοῖς μυστηρίοις λαμπάδων. τὸν βωμόν. 1049 οὗ πότνιαι σεμναί: αἱ Θεσμοφόροι, έλη δὲ τὰς τελετάς· καὶ Ἀἰσχύλος ἔφριξʹ, ἔρως δὲ τοῦδε μυστικοῦ τέλους. 1050 ἐπιμελοῦνται καὶ ἀξιοῦνται θεραπείας. 1051 τῶν τετελεσμένων. ὧν καὶ χρυσέα κληίς. ἐπεὶ ἄρρητα τὰ μυστήρια καὶ καθάπερ κλεισὶν ἡ γλῶσσα κατείληπται ὑπὲρ τοῦ μὴ ἐξενεγκεῖν.